Combined Question Paper & Final Marking Scheme
Oxford Cambridge and RSA
Thursday 19 June 2025 – Morning
A Level Classical Greek
H444/04 Verse Literature
Time allowed: 2 hours
You must have:
• the OCR 12-page Answer Booklet
Do not use:
• a dictionary
INSTRUCTIONS
• Use black ink.
• Write your answer to each question in the Answer Booklet. The question numbers must
be clearly shown.
• Fill in the boxes on the front of the Answer Booklet.
• Answer one question in Section A, one question in Section B and one question in
Section C.
INFORMATION
• The total mark for this paper is 75.
• The marks for each question are shown in brackets [ ].
• Quality of extended response will be assessed in questions marked with an asterisk (*).
• This document has 12 pages.
ADVICE
• Read each question carefully before you start your answer.
, © OCR 2025 [601/8255/6] OCR is an exempt Charity
DC (CJ) 355542/4 Turn over
*1852649106*
, 2
Section A
Answer one question from this section.
1 Read the following passages and answer the questions.
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁµίλεον, οὐδέ ποτε Ζεὺς
τρέψεν ἀπὸ κρατερῆς ὑσµίνης ὄσσε φαεινώ,
ἀλλὰ κατ᾽ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυµῷ,
πολλὰ µάλ᾽ ἀµφὶ φόνῳ Πατρόκλου µερµηρίζων,
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσµίνῃ 5
αὐτοῦ ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι φαίδιµος Ἕκτωρ
χαλκῷ δῃώσῃ, ἀπό τ᾽ ὤµων τεύχε᾽ ἕληται,
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
ὄφρ᾽ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος 10
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
ὤσαιτο προτὶ ἄστυ, πολέων δ᾽ ἀπὸ θυµὸν ἕλοιτο.
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυµὸν ἐνῆκεν·
ἐς δίφρον δ᾽ ἀναβὰς φύγαδ᾽ ἔτραπε, κέκλετο δ᾽ ἄλλους
Τρῶας φευγέµεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. 15
ἔνθ᾽ οὐδ᾽ ἴφθιµοι Λύκιοι µένον, ἀλλὰ φόβηθεν
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαµµένον ἦτορ
κείµενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ᾽ αὐτῷ
κάππεσον, εὖτ᾽ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
Homer, Iliad XVI.644–662
(a)* How does Homer show the horror and uncertainty of war in this extract?
You should refer both to the content and to the language of the passage. [15]
© OCR 2025 H444/04 Jun25
, 3
ὣς φάτο, Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσω
µῆνιν ἀλευάµενος ἑκατηβόλου Ἀπόλλωνος.
Ἕκτωρ δ᾽ ἐν Σκαιῇσι πύλῃς ἔχε µώνυχας ἵππους·
δίζε γὰρ ἠὲ µάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
ἦ λαοὺς ἐς τεῖχος ὁµοκλήσειεν ἀλῆναι. 5
ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
ἀνέρι εἰσάµενος αἰζηῷ τε κρατερῷ τε
Ἀσίῳ, ὃς µήτρως ἦν Ἕκτορος ἱπποδάµοιο
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύµαντος,
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· 10
τῷ µιν ἐεισάµενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
‘Ἕκτορ τίπτε µάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
αἴθ᾽ ὅσον ἥσσων εἰµί, τόσον σέο φέρτερος εἴην·
τώ κε τάχα στυγερῶς πολέµου ἀπερωήσειας.
ἀλλ᾽ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, 15
αἴ κέν πώς µιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.’
Homer, Iliad XVI.710–725
(b) Translate ὣς φάτο … ὁµοκλήσειεν ἀλῆναι (lines 1–5). [5]
(c) ταῦτ᾽ ἄρα … εὖχος Ἀπόλλων (lines 6–16): how does Apollo motivate Hector in these lines? [6]
© OCR 2025 H444/04 Jun25 Turn over